Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.377 Joseph. AJ 7.2 (English) >>Joseph. AJ 7.7

7.1

Συνέβη note δὲ ταύτην γενέσθαι τὴν μάχην καθʼ ἣν ἡμέραν καὶ Δαυίδης τοὺς Ἀμαληκίτας νικήσας εἰς Σίκελλαν ὑπέστρεψεν. ἤδη δὲ αὐτοῦ δύο ἡμέρας ἔχοντος ἐν τῇ Σικέλλα τῇ τρίτῃ παραγίνεται διασωθεὶς ἐκ τῆς μάχης τῆς πρὸς Παλαιστίνους τὸν Σαοῦλον ἀνελὼν τήν τε ἐσθῆτα περιερρηγμένος καὶ τὴν κεφαλὴν τέφρᾳ περιχεάμενος. 7.2καὶ προσκυνήσας αὐτὸν πυνθανομένῳ, πόθεν ἥκοι τοιοῦτος, ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν μάχης ἔλεγε· γενέσθαι δʼ ἀτυχὲς αὐτῆς τὸ τέλος ἐδήλου πολλῶν μὲν ἀναιρεθεισῶν τοῖς Ἑβραίοις μυριάδων, πεσόντος δὲ καὶ τοῦ βασιλέως αὐτῶν Σαούλου μετὰ τῶν τέκνων· 7.3ταῦτα δὲ σημαίνειν ἔφασκεν αὐτὸς παρατυχὼν τῇ τροπῇ τῶν Ἑβραίων καὶ τῷ βασιλεῖ πεφευγότι παρών, ὃν καὶ κτεῖναι μέλλοντα ὑπὸ τῶν πολεμίων λαμβάνεσθαι παρακληθεὶς αὐτὸς ὡμολόγει· τῇ ῥομφαίᾳ γὰρ αὐτὸν ἐπιπεσόντα διὰ τὴν τῶν τραυμάτων ὑπερβολὴν αὑτὸν ἀσθενῆσαι κατεργάσασθαι. 7.4καὶ σύμβολα τῆς ἀναιρέσεως ἐπεδείκνυεν τόν τε περὶ τοῖς βραχίοσι χρυσὸν τοῦ βασιλέως καὶ τὸν στέφανον, περιδύσας τὸν Σαούλου νεκρὸν κομίσειεν αὐτῷ. Δαυίδης δὲ μηκέτʼ ἀπιστεῖν ἔχων ἀλλʼ ἐναργῆ τεκμήρια τοῦ Σαούλου θανάτου βλέπων καταρρηγνύει μὲν τὴν ἐσθῆτα, κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν ἑταίρων ὅλην διεκαρτέρησε τὴν ἡμέραν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.377 Joseph. AJ 7.2 (English) >>Joseph. AJ 7.7

Powered by PhiloLogic